Απόστολος Κουτσιμανής
Απολυτίκιο Αγίου Αντωνίου
updated
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 17 Οκτωβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς φίλον σε γνήσιον, καὶ Ἱεράρχην σοφόν, Χριστοῦ τοῦ Παντάνακτος, ἀνευφημοῦμεν πιστῶς, θεόληπτε Λάζαρε· σὲ γὰρ ἀπὸ τοῦ τάφου, ἤγειρε τεταρταῖον, ᾧπερ ἀμέμπτῳ βίῳ, ἱεράτευσας μάκαρ· καὶ νῦν ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὥσπερ οἰκεῖος τοῦ Χριστοῦ καὶ φίλος γνήσιος
Ἀπὸ τοῦ τάφου ἐξηγέρθεις τετραήμερος
Τῷ κελεύσματι Κυρίου τῷ ζωηφόρῳ.
Ἀλλ’ ὡς βήματι τῷ θείῳ παριστάμενος
Καθικέτευε λυτροῦσθαι πάσης θλίψεως
Τοὺς βοῶντάς σοι, χαίροις Ἅγιε Λάζαρε.
Μεγαλυνάριον.
Νεκρὸν τεταρταῖόν σε ὁ Χριστός, ἤγειρεν ἐκ τάφου, οἷα φίλον εἰλικρινῆ· ἔνθεν Ἱεράρχης, ἐδείχθης θεοφόρος, καὶ πρόεδρος Κιτίου, Λάζαρε ἔνδοξε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 17 Οκτωβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ Ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ· αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς πίστεως ξίφει· καὶ δι’ ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς, Ἀνδρέα ἀοίδιμε.
Κοvτάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, ἡ Βασιλεύουσα πόλις, ἑορτὴv ὑπέρλαμπρον, τῆς φωτοφόρου σου μνήμης, ἅπασαv προσκαλουμένη πόλιv καὶ χώραv· χαίρει γάρ, ὡς κεκτημένη θησαυρὸv μέγαν, τὸ πολύαθλόν σου σῶμα, Ἀνδρέα Μάρτυς, Ὀρθοδοξίας φωστήρ.
Μεγαλυνάριον.
Ἔμψυχος ἀνδρείας ὀφθεὶς εἰκών, τῶν Εἰκονομάχων, κατεπτόησας τὴν ἰσχύν, καὶ τῷ αἵματί σου, Ἀνδρέα ὑπογράφεις, τὴν τῶν σεπτῶν Εἰκόνων, τιμὴν ἐν Πνεύματι.
Το μεγαλυνάριο εποιήθη εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζουν στις 9 Οκτωβρίου.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Σωφροσύνης τὴν χλαῖναν τὴν θεοΰφαντον, κατεποικίλατε χρόαις τῶν ἱερῶν ἀρετῶν, ὁμοφρόνως ἐν σπουδῇ ἄμφω ἀσκήσαντες· ὅθεν ὑμῶν τὴν σιωπήν, ἡ τρισάγιος ᾠδή, ἐδέξατο ἐν ὑψίστοις, Ἀνδρόνικε σὺν τῇ θείᾳ, Ἀθανασίᾳ τῇ θεόφρονι.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς τῆς νομίμου συζυγίας ὑποτύπωσιν
Καὶ τῆς ἐνθέου πολιτείας ἀκροθίνια
Ἀναδήσωμεν τοῖς ἄνθεσι τῶν ᾀσμάτων
Τὸν ὁσίως διαπρέψαντα Ἀνδρόνικον,
Σὺν αὐτῷ Ἀθανασίαν τὴν ὁμόζυγον,
Τούτοις λέγοντες, χαίροις ζεῦγος πανόσιον.
Μεγαλυνάριον.
Ἀνδρείως ἡ σύμβιος ξυνωρίς, σὺν Ἀθανασίᾳ, ὁ Ἀνδρόνικος ὁ στερρός, τῆς ἀθανασίας, ἀνύσαντες τὴν τρίβον, τῆς ἀθανάτου δόξης, κατηξιώθησαν.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 7 Οκτωβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐργάτης γενόμενος, τῆς ἀρετῆς ἐκ παιδός, θαυμάτων ἐπλούτησας, τὴν δωρεὰν ἐκ Χριστοῦ, σοφὲ Πολυχρόνιε· ὅθεν ἱερατεύσας, τῷ Θεῷ θεοφρόνως, ἤθλησας καὶ καθεῖλες, τοῦ Ἀρείου τὴν πλάνην· διὸ Ἱερομάρτυς, ἀξίως δεδόξασαι.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἱερεὺς θεόληπτος Πάτερ ἐδείχθης, καὶ στερρῶς ἐνήθλησας, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ· διὸ ἀξίως δεδόξασαι, Ἱερομάρτυς σοφὲ Πολυχρόνιε.
Μεγαλυνάριον.
Ἀρετῆς ἐργάτης ὢν ἐκ παιδός, τῆς ἱερωσύνης, ἀνεδείχθης στήλη λαμπρά, καὶ ὑπὲρ τῆς δόξης, Χριστοῦ ἤθλησας χαίρων, ἐκχέας σου τὸ αἷμα, ὦ Πολυχρόνιε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζουν στις 7 Οκτωβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χορὸς πολυάριθμος, τῶν Ἀσκητῶν τοῦ Χριστοῦ, λαμπρῶς συγκροτούμενος, τῷ τῆς ἀγάπης δεσμῷ, ἐν Κρήτῃ ἐξέλαμψεν· ἔνθα καὶ ὁμοφρόνως, ἐνασκήσαντες πίστει, πάντες μιᾷ ἡμέρᾳ, μετετέθησαν ἄνω, πρεσβεύοντες Χριστῷ τῷ Θεῷ, δοῦναι πᾶσιν ἡμῖν συγχώρησιν.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν τῇ Κρήτῃ λάμψαντες καθάπερ λύχνοι, ἀρετῶν ταῖς χάρισι, φωταγωγεῖτε μυστικῶς, Πατέρες θεῖοι τοὺς ψάλλοντας· χαίροις Ὁσίων χορὸς θεοσύνακτος.
Μεγαλυνάριον.
Τοὺς ἐν ὁμονοίᾳ θεοφιλεῖ, λάμψαντας ἐν Κρήτῃ, δι’ ἀγώνων ἀσκητικῶν, τιμήσωμεν πόθῳ, Πατέρας τοὺς Ὁσίους· Χριστῷ γὰρ ὁμοφρόνως, κατηκολούθησαν.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζουν στις 13 Σεπτεμβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’.
Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου σκηνώματος τῆς δόξης σου, Κύριε. Στερέωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν, τὰς ἐν αὐτῷ ἀπαύστως, προσαγομένας σοι δεήσεις, διὰ τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας, φωταγωγοῦσα τοὺς πιστούς· ἐν ᾧ ἑστῶτες κραυγάζομεν· Τοῦτον τὸν οἶκον, στερέωσον Κύριε.
Μεγαλυνάριον.
Αἵματί σου Λόγε ζωοποιῷ, ἁγιαζομένη, Ἐκκλησία σου ἡ σεπτή, οἶκόν σοι καινίζει, τῇ σῇ ἐπισκιάσει, εἰς δόξαν τῆς σῆς θείας, μεγαλειότητος.
Το μεγαλυνάριο εποιήθη εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 24 Σεπτεμβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁσίων ἐφάμιλλος, καὶ κοινωνὸς ἀληθῶς, ἐσχάτοις ἐν ἔτεσι, δι’ ἐναρέτου ζωῆς, ἐδείχθης μακάριε. Ὅθεν Σιλουανέ σε, ἡ οὐράνιος δόξα, δέδεκται μετὰ τέλος, σὺν Ὁσίοις Πατράσι· μεθ’ ὧν καὶ καθικέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῶν Ὁσίων σύσκηνος τῶν πάλαι ὤφθης, ἐναρέτοις πράξεσι, Χριστὸν δοξάσας ἐπὶ γῆς, Σιλουανὲ παναοίδιμε, καὶ ἐκομίσω τὸν ἄφθαρτον στέφανον.
Μεγαλυνάριον.
Χαίροις θεοφόρε Σιλουανέ, ὁ ἐσχάτοις χρόνοις, διαλάμψας ἀσκητικῶς· χαίροις τῶν ἐν Ἄθῳ, ὑπόδειγμα Πατέρων, καὶ πρὸς Χριστὸν μεσίτης, ἡμῶν θερμότατος.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 20 Σεπτεμβρίου.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν Κρητῶν τὸν φωστῆρα Ἐκκλησίας τὸ καύχημα, καὶ τῶν Μοναζόντων τὴν στάθμην, Ἰωάννην τιμήσωμεν· Χριστοῦ γὰρ τὸν Σταυρὸν ἀναλαβών, ὡς ἄγγελος ἐβίωσεν ἐν γῇ· διὰ τοῦτο ἐκ κινδύνων παντοδαπῶν, λυτροῦται τοὺς κραυγάζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν τῇ Κρήτῃ ἔλαμψας ὡς ἑωσφόρος, Ἰωάννη Ὅσιε, καταφωτίζων ἱερῶς, ταῖς ἐναρέτοις σου πράξεσι, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Μεγαλυνάριον.
Ἅπασαν τὴν Κρήτην διαδραμών, πανταχοῦ ἐδείμω, τῷ Σωτῆρι θείους ναούς· σεαυτὸν γὰρ Πάτερ, ναὸν προκατειργάσω, τῆς Τρισηλίου δόξης, βίου λαμπρότητι.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 18 Σεπτεμβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τῇ τοῦ Χριστοῦ κυβερνωμένη παλάμῃ, οὐκ ἐδουλώθης τὴν ψυχὴν Ἀριάδνη, ἀλλ’ ἐλευθέρᾳ γνώμη ἠνδραγάθησας· πᾶσαν γὰρ ἐπίνοιαν, τοῦ ἐχθροῦ καθελοῦσα, στέφος χαριτόπλοκον, ἐκ Θεοῦ ἐκομίσω· ὃν ἐκδυσώπει Μάρτυς ἐκτενῶς, ἐλεηθῆναι, τοὺς σὲ μακαρίζοντας.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τῆς ζωῆς ποθήσασα, τὴν ζωοπάροχον πέτραν, ἀκλινὴς διέμεινας, τῇ τοῦ δολίου μανίᾳ· πέτρα δέ, διαρραγεῖσά σε δεξαμένη, ἥρμοσε, τῷ ἀθανάτῳ Μάρτυς Νυμφίῳ· ὃν δυσώπει Ἀριάδνη, ἡμῖν δοθῆναι πταισμάτων ἄφεσιν.
Μεγαλυνάριον.
Ἀδούλωτον σώζουσα τὴν ψυχήν, ἐδούλωσας Μάρτυς, δι’ ἀγώνων τὸν δυσμενῆ, καὶ τῆς ἐλευθέρας, Σιὼν πολῖτις ὤφθης, ἐν ᾗ ὦ Ἀριάδνη, ἡμῶν μνημόνευε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 15 Σεπτεμβρίου.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ποιμὴν Θεσσαλονίκης ἀνεδείχθης ἐν Πνεύματι, καὶ θεῖος ὑποφήτης μυστηρίων τῆς χάριτος, σοφίᾳ καὶ φωτὶ τῶν ἀρετῶν, ἐκλάμπων Ἱεράρχα Συμεὼν· διὰ τοῦτο ὥσπερ θεῖον μυσταγωγόν, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ χάριν ἡμῖν καὶ ἔλεος.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Μυστογράφος ἄριστος τῆς Ἐκκλησίας, ἐν Ἁγίῳ Πνεύματι ὤφθης παμμάκαρ Συμεών· τῶν μυστηρίων τὴν χάριν γάρ, τὴν κεκρυμμένην, ἐκφαίνεις τῷ λόγῳ σου.
Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας θεῖος φωστήρ, καὶ Θεσσαλονίκης, ποιμενάρχης θεοειδής· χαῖρε θεῖον σκεῦος, τῆς ταπεινοφροσύνης, Ἀρχιερέων κλέος, Συμεὼν Ὅσιε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 13 Σεπτεμβρίου.
Απολυτίκιο. 'Ηχος α'. Της ερήμου πολίτης.
Της σοφίας ταμείον Καλαμών θείον βλάστημα, και των απ' αιώνος Οσίων, μιμητής και ισότιμος, εδείχθης Ιερόθεε σοφέ, ασκήσας εν τω 'Αθω ιερώς' δια τούτο ως θεράποντα του Χριστού, τιμώμέν σε κραυγάζοντες' δόξα τω σε δοξάσαντι λαμπρώς, δόξα τω σε αγιάσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.
Κοντάκιο. 'Ηχος δ'. Επεφάνης σήμερον.
Των Οσίων σύμμορφος Πάτερ εδείχθης, ιερώς εν 'Αθωνι, οιάπερ άγγελος Θεού, πολιτευθείς Ιερόθεε' όθεν αξίως θεόθεν δεδόξασαι.
Μεγαλυνάριο.
Χαίροις Ιερόθεε ιερέ, Καλαμών ο γόνος, και του 'Αθωνος καλλονή' χαίροις Μεσσηνίας, αγλάϊσμα και κλέος, και προς Χριστόν μεσίτης, και πρέσβυς έτοιμος.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 12 Σεπτεμβρίου.
Ἀπολυτίκιο. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἐκ Δυσμῶν ἀνατείλας ὡς ἀστὴρ οὐρανόφωτος, καὶ πρὸς τὴν Ἑῴαν ἐκλάμψας, ταῖς ἀκτῖσι τῶν τρόπων σου, τὸν Ἥλιον τῆς δόξης Ἰησοῦν, ἐδόξασας ἀθλήσει σου στερρᾷ· διὰ τοῦτο ἐδοξάσθης θεουργικῶς, Αὐτόνομε Πατὴρ ἡμῶν. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὰ θεῖα σοφέ, σεμνῶς ἐμυσταγώγησας, θυσία δεκτή, ἐγένου παμμακάριστε· τοῦ Χριστοῦ γὰρ ἔπιες, τὸ ποτήριον Μάρτυς Αὐτόνομε· καὶ αὐτῷ νυνὶ παρεστώς, πρεσβεύεις ἀπαύστως, ὐπὲρ τῶν ψυχῶν ἡμῶν.
Μεγαλυνάριον.
Δέσμιος ὢν Πάτερ θείᾳ στοργῇ, πίστεως τὸν σπόρον, κατεβάλου εἰς ἐκατόν, καὶ τῷ αἵματί σου, αὐτὸν καταποτίσας, Αὐτόνομε ἐδρέψω, ζωῆς τὸν ἄσταχυν.
Το απολυτίκιο και το μεγαλυνάριο εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 3 Σεπτεμβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Θεῷ ἐκ νεότητος, ἀνατεθεὶς ἱερῶς, κτιστῶν τὴν προσπάθειαν, ἀπεβδελύξω στερρῶς, Θεόκτιστε Ὅσιε· ὅθεν τῆς ἡσυχίας, διαλάμψας τοῖς τρόποις, ὤφθης τῶν Μοναζόντων, ἀκριβὴς παιδοτρίβης. Καὶ νῦν τοὺς προσιόντας σοι, Πάτερ κυβέρνησον.
Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς Θεοῦ κτίσιν Ὅσιε, τὸ τῆς ψυχῆς ἀξίωμα, διατηρήσας κηλίδων ἀκήρατον, Κυρίῳ καθιέρωσας· οὗ τῇ θείᾳ ἐλλάμψει, τῶν ἀγώνων παιδεύεις τὰ ἀκροθίνια, Θεόκτιστε θεόφρον, τὴν κλῆσιν ἔργοις πιστούμενος.
Μεγαλυνάριον.
Κτίσας σου τὸν οἶκον τὸν τῆς ψυχῆς, ἐν θεμέθλῳ Πάτερ, τῆς ἀσκήσεως τῆς στερρᾶς, τῷ τῶν ὅλων Κτίστῃ, ναὸν ἡγιασμένον, Θεόκτιστε τρισμάκαρ, σαυτὸν ηὐτρέπισας.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 10 Σεπτεμβρίου.
Απολυτίκιο. 'Ηχος δ'. Ταχύ προκατάλαβε.
Πιστοί νυν σκιρτήσωμεν επι τη χάριτι, τη αύθις δοθείση ημίν, παρά της θείας Μορφής ευσπλάχνου προστάτιδος, πάντων των Ορθοδόξων, και χαρά ευφημούντες, άσωμεν τη Κυρία ευσεβώς προσφωνούντες, δόξα σοι κοσμοσώτειρα Κόρη Πανύμνητε.
Κοντάκιο. 'Ηχος γ'. Η Παρθένος σήμερον.
Η Παρθένος σήμερον, την εαυτής σεβασμίαν, νυν ευφραίνει άπασιν, εν θαυμασίοις Εικόνα, πάλαι γαρ εγκρυπτομένην υπο ελαίαν, άφθαρτον αναδεικνύει πιστοίς αξίως, ην και πίστει συνελθόντες, πόθω και ασπαζόμεθα.
'Ετερον Κοντάκιο. 'Ηχος δ'. Ο υψωθείς εν τω Σταυρώ.
Ως πολυτίμητον θησαύρισμα Κόρη, την σεαυτής Θείαν μορφήν Παναγία, δωρησαμένη άπαντας εκπλήρωσας θυμηδίας 'Αχραντε, και επλούτησας Θείας, χάριτος θαυμάτων σου, και εμύρισας μύρω, τους σοι βοώντας, χαίρε ευσεβών η προστασία, και κόσμου η Δέσποινα.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 2 Σεπτεμβρίου.
Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Χρισθεὶς θείῳ χρίσματι, τῆς Ἐκκλησίας ποιμήν, Θεῷ ἱεράτευσας, ἀγγελικῶς ἐπὶ γῆς, Ἰωάννη Πατὴρ ἡμῶν· σὺ γὰρ διὰ νηστείας, σεαυτὸν ἐκκαθάρας, κάθαρσιν τῶν πταισμάτων, τῷ σῷ λόγῳ παρέχεις, τοῖς πόθῳ Ἱεράρχα θερμῶς σοι προστρέχουσι.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Προδρόμου κοινωνὸς ἐν τῇ κλήσει, τούτου ἐφάνης μιμητὴς καὶ τῇ πράξει· νηστείᾳ γὰς διέλαμψας καὶ βίῳ καθαρῷ· ὅθεν Ποιμενάρχην σε, τῶν οἰκείων προβάτων, ὁ Χριστὸς κατέστησεν, Ἰωάννη ἀξίως. Ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, τοὺς ἐκτελοῦντας, τὴν πάνσεπτον μνήμην σου.
Μεγαλυνάριον.
Ἔχων τὴν νηστείαν οἷα τρυφήν, τὴν ψυχὴν ἐτράφης, ταῖς τοῦ Πνεύματος δωρεαῖς· ὅθεν διατρέφεις, τῆς χάριτος τῷ λόγῳ, παμμάκαρ Ἰωάννη, πιστῶν τὸ πλήρωμα.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 1 Σεπτεμβρίου.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἐξ Ἑῴας ἐκλάμψας ὡς πολύφωτος ἥλιος, καὶ ἐν Μυουπόλει ἀσκήσας θεοφόρε Μελέτιε, λαμπρύνεις τὴν Ἑλλάδα τῷ φωτί, τῶν θείων ἀρετῶν σου ἀληθῶς. Διὰ τοῦτο ὡς προστάτην ἡμῶν θερμόν, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς μελετήσας ἐν τῷ νόμῳ τῷ τῆς χάριτος
Δένδρον ἐδείχθης τῆς ἀσκήσεως κατάκαρπον
Καὶ τοῦ Πνεύματος δοχεῖον ἡγιασμένον.
Ἀλλ’ ἀπαύστως καθικέτευε δεόμεθα
Πάσης θλίψεως λυτροῦσθαι καὶ κακώσεως
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Μελέτιε.
Μεγαλυνάριον.
Ἄγγελος ὡράθης μετὰ σαρκός, Μελέτιε Πάτερ, δι’ ἀγώνων ἀσκητικῶν· ὅθεν ἡ Μονή σου, ἐν σοὶ ἀγαλλιᾶται, ὑμνοῦσα θεοφόρε, τὴν πολιτείαν σου.
Οι ύμνοι εποιήθησαν εν Αγίω Ὀρει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 1 Σεπτεμβρίου.
Ἀπολυτίκιο. Ἦχος βαρύς.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπω· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου. Ὅθεν καὶ χαρίτων ἠγλάϊσας τῷ φέγγει, τὴν σὴν λαμπρὰν Εἰκόνα Μιασηνῶν τῇ Μάνδρᾳ· ταύτην γὰρ θαυμασίως, ἐξ ὑδάτων βυθοῦ καὶ αὖθις ἡμῖν δεδώρησαι.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἀνεφάνη Ἄχραντε ἐκ τῶν ὑδάτων, ἡ Εἰκὼν ἡ πάντιμος, τῆς παναγίας σου Μορφῆς, καθάπερ κρήνη καλλίροος, τὰ τῶν θαυμάτων προχέουσα νάματα.
Μεγαλυνάριον.
Χάρις προμηθείας σου δαψιλής, πρόεισιν ὠς δρόσος, ἐξ Εἰκόνος σου τῆς σεπτῆς· ὅθεν τῇ σῇ δόξῃ, Μιασηνῶν ἡ Μάνδρα, λαμπρύνεται Παρθένε, καὶ μεγαλύνει σε.
Το κοντάκιο και το μεγαλυνάριο εποιήθησαν εν Αγίω Ὀρει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 1 Σεπτεμβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς στήλην θεόγραφον, τῶν ἱερῶν ἀρετῶν, τοῦ βίου σου ἔλιπες, τὰς ἀναβάσεις ἡμῖν, Συμεὼν παμμακάριστε· σὺ γὰρ ἐπὶ τοῦ στύλου, ὡς πυρσὸς διαλάμπων, ἕλκεις ἡμᾶς χαμόθεν, πρὸς ζωὴν οὐρανίαν, τὸν τρόπον τῆς εὐδρομίας, φαίνων τοῖς ἔργοις σου.
Κοντάκιον. Ἦχος β’. Αὐτόμελον.
Τὰ ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στῦλον ἐργασάμενος, δι’ αὐτοῦ συνόμιλος, τῶν Ἀγγέλων γέγονας Ὅσιε· σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
Μεγαλυνάριον.
Στύλος ἐναρέτου ὤφθης ζωῆς, ἐν στύλῳ βιώσας, ὑπὲρ ἄνθρωπον Συμεών· ἔνθεν ἀμοιβῶν σου, τὰς ὑπὲρ νοῦν ἐλλάμψεις, ἐκθάμβως ἐξαστράπτεις, εἰς κόσμον ἅπαντα.
Το απολυτίκιο και το μεγαλυνάριο εποιήθησαν εν Αγίω Ὀρει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζουν στις 1 Σεπτεμβρίου.
Ἀδαμαντίνη, Καλλιρόη, Χαρίκλεια, Πηνελόπη, Κλειὼ , Θάλεια, Μαριάνθη, Εὐτέρπη, Τερψιχόρη, Οὐρανία, Κλεονίκη, Σαπφώ, Ἐρατώ, Πολύμνια, Δωδώνη, Ἀθηνᾶ, Τρωάδα, Κλεοπάτρα, Κοραλία, Καλλίστη, Θεονόη, Θεανώ, Ἀσπασία, Πολυνίκη, Διόνη, Θεοφάνη, Ἐρασμία, Ἑρμηνεία, Ἀφροδίτη, Μαργαρίτα, Ἀντιγόνη, Πανδώρα, Χάϊδω, Λάμπρω, Μόσχω, Ἀρηβοΐα, Θεονύμφη, Ἀκριβῆ, Μελπομένη, Ἐλπινίκη καὶ Ἀμμοῦν ὁ διδάσκαλος αὐτῶν.
Απολυτίκιο. Ἠχος πλ.α᾿. Τον συνάναρχον Λόγον.
Αθλητών αι χορείαι, δεύτε συνδράμετε και τεσσαράκοντα κόρας μετά Αμμούν ευσεβούς μεγαλύνατε λαμπρώς πανηγυρίζουσαι' ότι ενήθλησαν στερρώς, τη ασκήσει εν Χριστώ ρωσθείσαι και λαμπρυνθείσαι' πρεσβεύουσαι τω Κυρίω ελεηθήναι τας ψυχάς ημών.
Κοντάκιο. Ἠχος δ΄. Επεφάνης σήμερον.
Ουρανός αγάλλεται συν ταις αγγέλοις, επι μνήμη σήμερον ασκητριών και του Αμμούν, κεκοσμημένων εν αίμασι΄ τω γαρ Κυρίω πιστώς ηκολούθησαν.
Μεγαλυνάριο.
Την σεμνήν χορείαν αθλητριών την λελαμπρυσμένην τη ασκήσει δια Χριστόν μετά διδασκάλου Αμμούν δεύτε συμφώνως επαίνοις εγκωμίων πάντες τιμήσωμεν.
Ποιηθείσα υπο μητροπολίτου Μηθύμνης κυρού Ιακώβου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 24 Αυγούστου.
Ἀπολυτίκιο. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τοῦ παντίμου Λειψάνου σου τὴν μετάθεσιν, ἀπὸ Στροφάδων εἰς Ζάκυνθον ἑορτάζοντες, Διονύσιε σοφὲ ἀνευφημοῦμέν σε· σὺ γὰρ παρέχεις δι’ αὐτοῦ, χάριν ἄφθονον ἀεί, τοῖς πίστει προσερχομένοις, τῇ θεϊκῇ χορηγίᾳ, ὡς τοῦ Χριστοῦ θεράπων γνήσιος.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τοῦ σεπτοῦ Λειψάνου σου τῇ μεταθέσει, ἑορτὴν κροτοῦμέν σοι, πᾶς ὁ λαὸς ὁ τοῦ Θεοῦ, πανευσεβῶς εὐφημοῦντές σε, θαυματοφόρε σοφὲ Διονύσιε.
Μεγαλυνάριον.
Ἦκεν ἐκ Στροφάδων ὡς θησαυρός, τῇ πόλει Ζακύνθου, τὸ σὸν Λείψανον τὸ σεπτόν, καὶ καταπλουτίζει, θαυμάτων ἐνεργείαις, τῶν εὐσεβῶν τὰ στίφη, ὦ Διονύσιε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 23 Αυγούστου.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ὡς σοφὸς Ἱεράρχης φερωνύμως ἐκήρυξας, τοῦ Εὐαγγελίου ἐν κόσμῳ, τῆς εἰρήνης τὰς χάριτας, παμμάκαρ Εἰρηναῖε ἱερέ, καὶ ἤθλησας στερρῶς ὑπὲρ Χριστοῦ· διὰ τοῦτό σε τιμῶμεν μελῳδικῶς, Ἱερομάρτυς κράζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν χάριν καὶ ἔλεος.
Κοντάκιον. Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Ὡς ἱερόν, ὑφηγητὴν τῆς χάριτος, καὶ εὐκλεῆ, τῆς ἀληθείας μάρτυρα, εὐφημοῦμεν καὶ βοῶμέν σοι, Εἰρηναῖε παμμακάριστε· Εἰρήνης πρὸς ὁδὸν Πάτερ κατεύθυνον, τοὺς πόθῳ προσιόντας τῇ πρεσβείᾳ σου, παρέχων ἡμῖν πταισμάτων ἄφεσιν.
Μεγαλυνάριον.
Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ τῆς ἐν Λουγδούνῳ, Ἐκκλησίας ὑφηγητής· χαίροις Εἰρηναῖε, σοφὲ Ἱερομάρτυς, εἰρήνην ὁ βραβεύων, τοῖς σὲ γεραίρουσι.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 23 Αυγούστου.
Ἀπολυτίκιο. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν ἀπροσμάχητον, τοῦ Λόγου δύναμιν, Λοῦππε μακάριε, περιζωσάμενος, κατεπολέμησας στερρῶς, τὸν ἄρχοντα τῆς κακίας· σὺ γὰρ ὑπερέλαμψας, ἐν ἀγῶσιν ἀθλήσεως· ὅθεν καὶ ἀπέλαβες, τὸ βραβεῖον τῶν ἄθλων σου, πρεσβεύων ἐκτενῶς Ἀθλοφόρε, δοῦναι ἡμῖν πταισμάτων λύσιν.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ὁπλίτης στερρός, Κρίου ἐχρημάτισας, ὀλέσας ἐχθρῶν, ἀθλητικῶς τὰς φάλαγγας· σὺ γὰρ τῷ θείῳ ἔρωτι, ὐπὲρ φύσιν ἀγῶνας διήνυσας, πρεσβεύων Χριστῷ τῷ Θεῷ, πανένδοξε Λοῦππε, ὑπὲρ πάντων ἡμῶν.
Μεγαλυνάριον.
Μάρτυς ἀκαθαίρετος τοῦ Χριστοῦ, Λοῦππε ἀνεδείχθης, ἐν ἀγῶσι καταβαλών, τῶν ἀντικειμένων, ἐχθρῶν τὰς παρατάξεις' διὸ καὶ ἐδοξάσθης, ἀξίως ἔνδοξε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 22 Αυγούστου.
Ἀπολυτίκιο. Ἦχος γ’. Θείας πίστεως.
Νίκης τρόπαιον, κατὰ τῆς πλάνης, Ἀγαθόνικε, λαμπρὸν ἐγείρας, τῶν ἀφθάρτων ἀγαθῶν κατηξίωσαι· τοῦ γὰρ Δεσπότου ζηλώσας τὸν θάνατον, τῆς ἀθανάτου ζωῆς ὤφθης μέτοχος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον Ἦχος α’. Χορὸς ἀγγελικός.
Τὴν κλῆσιν ἀγαθήν, κεκτημένος θεόφρον, ἀνδρῶν τῶν πονηρῶν, ἀπεστράφης τὸ σέβας, μὴ πτήξας τὰ βάσανα, Ἀγαθόνικε ἔνδοξε· ὅθεν γέγονας, τῶν ἀγαθῶν κληρονόμος, καὶ ἀπέλαβες, σὺν τοῖς συνάθλοις ἀξίως, τὸν ἄφθαρτον στέφανον.
Μεγαλυνάριον.
Χαίροις Ἀγαθόνικε Ἀθλητά, ὁ κληρονομήσας, τὰ οὐράνια ἀγαθά· ἐν οἷς συγχορεύων, σὺν τοῖς συναθληταῖς σου, μὴ παύσῃ μνημονεύων, τῶν εὐφημούντων σε.
Το απολυτίκιο και το μεγαλυνάριο εποήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζουν στις 21 Αυγούστου.
Ἀπολυτίκιο. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ὡς καλλίτεκνος μήτηρ τῇ Τριάδι προσήγαγες, Βάσσα Ἀθληφόρε θεόφρον, τοὺς καρποὺς τῆς κοιλίας σου, Θέογνιον Ἀγάπιον Πιστόν, ἀθλήσαντας τῷ λόγῳ σου στερρῶς· μεθ’ ὧν θείας ἀπολαύουσα χαρμονῆς, σῶζε τοὺς ἐκβοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Σολομονῆς προσεπιβαίνουσα τοῖς ἴχνεσι
Τοῦ μαρτυρίου τοῖς ἀγῶσι παρεθάρρυνας
Τῶν υἱῶν σου τὴν τριάδα, Βάσσα Θεόφρον·
Ἀλλ’ ὡς πάντα ὑπερβᾶσα τὰ ἐπίπονα
Ἐπωδύνων πειρασμῶν ἀπελευθέρωσον
Τοὺς βοῶντάς σοι, χαίροις Μάρτυς πολύαθλε.
Μεγαλυνάριον.
Βάσις πρὸς ἀγῶνας μαρτυρικούς, Βάσσα ἀνεδείχθης, τῶν υἱῶν σου τῶν εὐκλεῶν· λόγῳ γὰρ καὶ ἔργῳ, αὐτοὺς ἐνδυναμοῦσα, σὺν τούτοις ἐδοξάσθης, στερρῶς ἀθλήσασα.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 21 Αυγούστου.
Ἀπολυτίκιο. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Θεοῦ τοῦ ἐν σώματι, ἐπιφανέντος ἡμῖν, αὐτόπτης γενόμενος, καὶ ἱερὸς μαθητής, Θαδδαῖε Ἀπόστολε, ἔλαμψας τοὶς ἐν σκότει, τὴν σωτήριον χάριν· ὤφθης τῶν ἐν Ἐδέσσῃ, ἰατὴρ λαμπαδοῦχος· διὸ τοὺς προσιόντας σοι, σκέπε ἑκάστοτε.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἑορτὴ χαρμόσυνος, τοῦ Ἀποστόλου ἐπέστη· εὐφροσύνως σήμερον, ἐπιτελέσωμεν ταύτην· νέμει γάρ, τοῖς αὐτὸν πίστει ἀεὶ τιμῶσι, λύτρωσιν, ἁμαρτημάτων καὶ ῥῶσιν θείαν· καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.
Μεγαλυνάριον.
Αἴγλη τοῦ Σωτῆρος καταυγασθείς, τούτῳ προσπελάσας, ὦ Θαδδαῖε ὡς μαθητής· ἔνθεν ἐν Ἐδέσσῃ, ὡς ἥλιος ἐπέστης, φωτίζων καὶ στηρίζων, τοὺς προσιόντας σοι.
Το απολυτίκιο και το μεγαλυνάριο εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 20 Αυγούστου.
Απολυτίκιο. 'Ηχος πλ.α'. Τον συνάναρχον Λόγον.
Αρετών διαλάμπων τοις κατορθώμασιν, αρχιερεύς θεοφόρος και Τραπεζούντος ποιμήν, ανεδείχθης αληθώς Αγίω Πνεύματι, Θεοδόσιε σοφέ, και ως δόσιν ιεράν, προσήγαγες τον σον βίον, Χριστώ απαύστως πρεσβεύων, ελεηθήναι τας ψυχάς ημών.
Κοντάκιο. 'Ηχος δ'. Ο υψωθείς εν τω Σταυρώ.
Ο Τραπεζούντος ευκλεής ποιμενάρχης, και του Σωτήρος θεοφόρος θεράπων, ο ιερός υμνείσθω Θεοδόσιος' ούτος γαρ ισάγγελον, πολιτείαν ανύσας, ώφθη ισοστάσιος, των Αγίων απάντων, μεθ' ων πρεσβεύει πάντοτε Χριστώ, ημίν δοθήναι, πταισμάτων συγχώρησιν.
Μεγαλυνάριο.
Χαίροις Τραπεζούντος θείος ποιμήν, και Διονυσίου, του Οσίου ο συνεργός, οιάπερ συναίμων, μεθ' ου αει δυσώπει, υπέρ ημών απαύστως, ω Θεοδόσιε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 20 Αυγούστου.
Ἀπολυτίκιο. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ στείρας ἐβλάστησας, δικαιοσύνης καρπός, προφαίνων τὴν μέλλουσαν, εὐεργεσίαν ἡμῖν, Σαμουὴλ θεσπέσιε· ὅθεν ἱερατεύσας, παιδιόθεν Κυρίῳ, ἔχρισας ὡς Προφήτης, Βασιλεῖς θείῳ μύρῳ. Καὶ νῦν τῶν σὲ εὐφημούντων, μάκαρ μνημόνευε.
Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὥσπερ υἱὸς θεαίτητος, δῶρον Θεῷ προσήνεξαι, προφητικῆς ἐκ παιδὸς ἀξιούμενος, ἐκφαντορίας κτείττονος· διὰ τοῦτο Κυρίῳ, τὰ ἐν Νόμῳ προσενέγκας καρπώματα, Σαμουὴλ ἐδοξάσθης, ὡς μύστης τῆς θείας χάριστος.
Μεγαλυνάριον.
Χαίροις ἱερώτατε Σαμουήλ, ὁ Θεῷ ἐκ βρέφους, φερωνύμως προσκληρωθείς· χαίροις ὀ τὰ πόρρω, ὡς ἐνεστῶτα βλέπων, προφητικῶν χαρίτων, χαῖρε κειμήλιον.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 19 Αυγούστου.
Ἀπολυτίκιο. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Βλαστὸς Ἰωαννίνων ἀνεδείχθης περίδοξος, καὶ θεῖος πολιοῦχος τῆς Ναούσης Θεόφανες· ὡς ἄγγελος γὰρ ζήσας ἐπὶ γῆς, θαυμάτων ἐκομίσω δωρεάν, καὶ παρέχεις τὰς ἰάσεις τοῖς εὐλαβῶς, προστρέχουσι τῇ σκέπῃ σου. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς μυστικῆς θεοφανείας θεῖον ὄργανον
Τῇ ἰσαγγέλῳ πολιτείᾳ ἐχρημάτισας
Καὶ θαυμάτων ἐδοξάσθης τῇ χορηγίᾳ.
Ἀλλ’ ὡς μέγας τοῦ Θεοῦ θεράπων Ἅγιε
Καθικέτευε λυτροῦσθαι πάσης θλίψεως
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Θεόφανες.
Μεγαλυνάριον.
Τῶν Ἰωαννίνων θεῖος βλαστός, καὶ Ναούσης μέγας, πολιοῦχος καὶ ἀρωγός, καὶ πηγὴ θαυμάτων, Θεοφάνες ἐδείχθης· διό σου τὴν ἁγίαν Κάραν σεβόμεθα.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζουν στις 19 Αυγούστου.
Ἀπολυτίκιο. Ἦχος γ'. Θείας πίστεως.
Θείας πίστεως, τῇ δυvαστείᾳ, προσενήνοχας, ὡς στρατηγέτης, τῷ Παντάνακτι στρατὸν θεοσύλλεκτον· τύπος γὰρ τούτων Ἀνδρέα γενόμενος, μαρτυρικῶς σὺν αὐτοῖς ἠνδραγάθησας. Μεθ’ ὧν πρέσβευε, Κυρίω τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Στρατηλάτης ἄριστος προβεβλημένος, τῷ Χριστῷ προσήγαγες, μαρτυρικὸν συνασπισμόν, μαθ’ ὧν Ἀνδρέα ἐκραύγαζες· Σὺ τῶν Μαρτύρων Οἰκτίρμον ὁ στέφανος.
Μεγαλυνάριον.
Τῇ στρατολογίᾳ τῇ ἀληθεῖ, ἐστράτευσας Μάρτυς, δῆμον Ἅγιον Ἀθλητῶν, μεθ’ ὧν καὶ ἀθλήσας, Ἀνδρέα Στρατηλάτα, ἀγγελικῆς στρατείας, ὤφθης ὁμόσκηνος.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 18 Αυγούστου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁσίων τὴν ἄσκησιν, δι’ ἐναρέτου ζωῆς, ἐνθέως ἐζήλωσας, ἐν τοῖς ἐσχάτοις καιροῖς, Ἀρσένιε Ὅσιε· σὺ γὰρ ἐν νήσῳ Πάρῳ, ἰσαγγέλως ἀσκήσας, εἴληφας οὐρανόθεν, τῶν θαυμάτων τὴν χάριν, παρέχων τοῖς σὲ τιμῶσι, χάριν καὶ ἔλεος.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς τῶν Ὁσίων μιμητὴν καὶ ἰσοστάσιον
Καὶ τοῦ Σωτῆρος ἐνθεώτατον θεράποντα
Ἀνημνοῦμέν σε οἱ παῖδές σου θεοφόρε.
Ἀλλ’ ὡς ἔμπλεως χαρίτων τῶν τοῦ Πνεύματος
Δίδου πάντοτε τὴν χάριν σου τὴν ἄφθονον
Τοῖς βοῶσί σοι, χαίροις Πάτερ Ἀρσένιε.
Μεγαλυνάριον.
Χαίροις ἱερέων ἡ καλλονή, καὶ τῶν Μοναζόντων, τύπος θεῖος ἐν ἀρετῇ· χαίροις ὁ τῆς Πάρου, θερμότατος προστάτης, Ἀρσένιε παμμάκαρ, Ἠπείρου βλάστημα.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 18 Αυγούστου.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν Ὁσίων τὸν βίον ἀκριβῶς μιμησάμενος, μέτοχος αὐτῶν ἀνεδείχθης, θεοφόρε Σωφρόνιε· ὁσίως γὰρ βιώσας ἐπὶ γῆς, τῶν θείων δωρεῶν ἐν οὐρανοῖς, ἠξιώθης καὶ παρέχεις πᾶσιν ἡμῖν, τὴν χάριν σου τοῖς κράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐγκρατείᾳ Ὅσιε καὶ ἡσυχίᾳ, τὴν ζωὴν ἐτέλεσας, καὶ ἀενάῳ προσευχῇ· διὸ Ἁγίων ἰσότιμος, ὤφθης ἀξίως, παμμάκαρ Σωφρόνιε.
Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός· χαίροις ἱερέων, ἐγκαλλώπισμα ἱερόν· ἐν γὰρ ἀμφοτέροις, θεοπρεπῶς ἐμπρέψας, ἀξίως ἐδοξάσθης, Πάτερ Σοφρώνιε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζουν στις 18 Αυγούστου.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας τοῖς τρόποις ἐγγυμναζόμενοι, τοῦ μαρτυρίου τὴν τρίβον διαπερᾶτε καλῶς, ὡς αὐτάδελφοι κλεινοὶ Χριστὸν δοξάσαντες· ὅθεν γεραίρομεν ὑμᾶς, ὡς γενναίους Ἀθλητάς, Φλῶρε καὶ Λαῦρε βοῶντες· Ἀπὸ παντοίας ἀνάγκης, ῥύσασθε πάντας ἡμᾶς Ἅγιοι.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ δυὰς ἡ ἔνθεος, τῶν ἱερῶν αὐταδέλφων, τῆς Τριάδος ἔχουσα, τὸ ἀπροσμάχητον κράτος, ᾔσχυνε, τῶν παρανόμων τὰς ἐπινοίας· ἤθλησε, μέχρι θανάτου άνδρειοφρόνως· οἷς βοήσωμεν ἐκ πόθου· χαίρετε Λαῦρε καὶ Φλῶρε ἔνδοξοι.
Μεγαλυνάριον.
Σύμφρων καὶ ὁμόψυχος ἐν παντί, ἡ τῶν αὐταδέλφων, ἀναδέδεικται ξυνωρίς, Φλῶρός τε καὶ Λαῦρος, ἐν βίῳ καὶ ἐν ἄθλοις· διὸ καὶ ἰσοτίμως ἐμεγαλύνθησαν.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 17 Αυγούστου.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σαμαρίνης τὸν γόνον εὐσεβῶν τὸ κραταίωμα, τὸν νεοφανῆ Ἀθλοφόρον, τοῦ Σωτῆρος Δημήτριον, τιμήσωμεν συμφώνως οἱ πιστοί· ἀθλήσας γὰρ στερρῶς ὑπὲρ Χριστοῦ, Ἐκκλησίας ἀνεδείχθη νέος ἀστήρ, καὶ τῶν βοώντων πρόμαχος· δόξα τῷ δεδωκότι σοι ὀσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκλπηροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ ἁγία μνήμη σου ἁγιασμὸν χορηγοῦσα, τοῖς πιστοῖς ἐπέφανεν, Ὁσιομάρτυς Κυρίου· βίῳ γὰρ, καὶ λόγῳ θείῳ πιστοὺς στηρίξας, ἤθλησας, ὑπὲρ τῆς δόξης Χριστοῦ ἀνδρείως, καὶ θεόθεν ἐκοσμήθης, διπλῷ στεφάνῳ μάκαρ Δημήτριε.
Μεγαλυνάριον.
Χαίροις τῆς Ἠπείρου θεῖος βλαστός, χαίροις Θεσσαλίας, λαμπαδοῦχος ὁ φαεινός· χαίροις ὁ ἀθλήσας, στερρῶς ὑπὲρ Κυρίου, Ὁσιομάρτυς χαῖρε, Χριστοῦ Δημήτριε.
Οι ύμνοι εποήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 16 Αυγούστου.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τοῦ Καλάμου κοσμήτωρ καὶ Εὐρίπου διδάσκαλος, καὶ Μονῆς Πεντέλης δομήτωρ, Ἱεράρχα Τιμόθεε, ἐδείχθης εὐδοκίᾳ θεϊκῇ, ὡς πλήρης οὐρανίων δωρεῶν· διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν, τελοῦμεν ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς Ἱεράρχην τοῦ Σωτῆρος ἐνθεώτατον
Καὶ τῶν Ὁσίων κοινωνὸν καὶ ἰσοστάσιον
Ἀνυμνοῦμέν σε ἡ ποίμνη σου θεοφόρε.
Ἀλλ’ ὡς κτίτωρ τῆς Μονῆς Πεντέλης ἔνθεος
Ταύτην σκέπε ἐκ παντοίων περιστάσεων,
Ἵνα κράζῃ σοι, χαίροις Πάτερ Τιμόθεε.
Μεγαλυνάριον.
Χαίροις ὁ Καλάμου θεῖος βλαστός, πρόεδρος Εὐρίπου, καὶ Ὁσίων ὁ κοινωνός· χαίροις ὁ Πεντέλης, Μονῆς θεῖος δομήτωρ, καὶ μέγας ἀντιλήπτωρ, Πάτερ Τιμόθεε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 16 Αυγούστου.
Ἀπολυτίκιο. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν σωμάτων τὰς νόσους θεραπεύων Διόμηδες, καὶ ψυχῶν τὴν ῥῶσιν ἐν λόγῳ, ἀληθείας ἐβράβευες· τὴν θείαν εἰληφὼς γὰρ δωρεάν, τοῖς πάσχουσι ποικίλως βοηθεῖς· καὶ Μαρτύρων ταῖς ἀκτῖσι, καταυγασθεὶς, σώζεις τοὺς ἐκβοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Τὴν ἰατρικήν, κτησάμενος ἐπιστήμην, τῆς ἀθλητικῆς, ηὐμοίρησας εὐκληρίας, ὡς κήρυξας ἐνδόξως, Χριστὸν τὸν Θεὸν ἡμῶν, παμμακάριστε Διόμηδες, Ἀναργύρων ἐγκαλλώπισμα, καὶ προστάτα τῶν βοώντων σοι· Αὐτὸς γενοῦ ἰατήρ, τοῖς σοῖς δούλοις σοφέ.
Μεγαλυνάριον.
Χάριν ἰαμάτων ἀπολαβών, ψυχῶν καὶ σωμάτων, θεραπεύεις πάθη δεινά· ὅθεν κἀμοὶ νεῖμον, Διόμηδες παμμάκαρ, ὑγείαν τὴν κατ’ ἄμφω, ἵνα γεραίρω σε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 7 Αυγούστου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς δόσιν θεόδεκτον, τὴν καθαράν σου ζωήν, Θεῷ καθιέρωσας, τῷ ἰαμάτων πηγήν, τὸν τάφον σου δείξαντι· σὺ γὰρ δι’ ἐγκρατείας, καθαρθεῖς τῶν προσύλων, ἔλαμψας ἐν τῷ κόσμῳ, δι’ ἀσκήσεως πόνων· διό σε Θεοδόσιε, ἐν ὕμνοις γεραίρομεν.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὥσπερ ταμεῖον οὐρανίου ἁγιάσματος
Τῶν θεοσδότων δωρημάτων δόσιν ἄφθονον
Φερωνύμως ἐκομίσω παρὰ Κυρίου.
Ἀλλὰ βλῦσον ἰαμάτων τὴν ἐνέργειαν
Τοῖς ἐκ πόθου προσπελάζουσι τῇ σκέπῃ σου
Καὶ βοῶσί σοι, χαίροις Πάτερ Θεοδόσιε.
Μεγαλυνάριον.
Χαίροις θεῖον βλάστημα Ἀθηνῶν, καὶ τῆς Ἀργολίδος, ἐγκαλώπισμα καὶ φωστήρ· χαίροις ὁ πηγάζων, ἰάματα ποικίλα, τοῖς σὲ ὑμνολογοῦσιν, ὦ Θεοδόσιε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 30 Ιουλίου.
Ἀπολυτίκιον τοῦ Ἁγίου Σίλα. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Συνοδίτης τοῦ Παύλου γεγονώς καί συνέκδημος, τήν Νεάπολιν μάκαρ καί Φιλίππους ἐφώτισας, τῆς θείας ἐπιγνώσεως φωτί, Ἀπόστολε Σίλα ἱερέ. Ἀλλά φύλαττε καί σκέπε πάντας ἡμᾶς, ἐν πίστει ἐκβοῶντάς σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐκπληροῦντι διά σοῦ, ἡμῶν τά αἰτήματα.
Κοντάκιον τοῦ Ἁγίου Σίλα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐορτάζει σήμερον ἐν εὐφροσύνῃ, τήν ἁγίαν μνήμην σου, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καί ἐκβοᾷ σοι Ἀπόστολε· χαῖρε ὦ Σίλα τοῦ Παύλου συνόμιλε.
Μεγαλυνάριον τοῦ Ἁγίου Σίλα.
Χαίροις εὐσεβείας θεῖος πυρσός, Ἀπόστολε Σίλα, καί τῆς χάριτος θησαυρός· χαίροις ὁ τῷ Παύλῳ, πιστῶς διακονήσας, αἰτούμενος δέ πᾶσιν, ἡμῖν τά κρείττονα.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 19 Ιουλίου.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Δῶρον ἔνθεον, τῇ Ἐκκλησίᾳ, ὡς ἐπλήρωσας, ἐπαγγελίας, φερωνύμως ἀνεδείχθης Θεόδωρε· ἐν ἀρεταῖς γάρ κοσμήσας τόν βίον σου, ἱεραρχίας κανών ἐχρημάτισας. Πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ σεπτή σου ἄσκησις, ἱερωσύνης τῷ φέγγει, ἱερῶς ἡγλάϊσται, τῇ θεϊκῇ προμηθείᾳ· σκεῦος γάρ, τοῦ Παρακλήτου γεγενημένος, ἔβλυσας, τῇ Ἐκκλησίᾳ ζωῆς τόν λόγον· διά τοῦτό σε τιμῶμεν, ὡς Ἱεράρχην, Χριστοῦ Θεόδωρε.
Μεγαλυνάριον.
Χαίροις ἡσυχίας μυσταγωγός, καί τῆς Ἐκκλησίας, Ἱεράρχης φωταγωγός· χαίροις τῆς Ἐδέσσης, ὁ μέγας πολιοῦχος, Θεόδωρε τρισμάκαρ, Πατέρων καύχημα.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 19 Ιουλίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὁ βίον ἐφάμιλλον, τῇ κλήσει πολιτευθείς, τῆς δόξης τοῦ Πνεύματος, πυξίον ὤφθης σεπτόν, Πατήρ ἡμῶν Ὅσιε· σύ γάρ θαυματουργίαις, ἱεραῖς διαπρέπων, ἔνδοξος ἐν Ὁσίοις, φερωνύμως ἐδείχθης. Διό σε ἀνευφημοῦμεν, Δῖε μακάριε.
Κοντάκιον. Ἦχος β’. Τά ἄνω ζητῶν.
Ἁγνείᾳ ψυχῆς, ἐνθέως ὁπλισάμενος, καί ἄπαυστον εὐχήν, ὡς λόγχην χειρισάμενος, κραταιῶς διέκοψας, τῶν δαιμόνων Δῖε τάς φάλαγγας, θαυματουργέ Πατήρ ἡμῶν, πρεσβεύων ἀπαύστως, ὑπέρ πάντων ἡμῶν.
Μεγαλυνάριον.
Ἔνδοξος τῇ κλήσει ἀποφανείς, ἔνδοξος ἐν βίῳ, ἐχρημάτισας ἐπί γῆς· ὅθεν τῆς ἐνδόξου, τοῦ Λόγου βασιλείας, ἐνδόξως ἠξιώθης, Δῖε πανένδοξε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Απαγγέλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 11 Ιουλίου.
Ἀπολυτίκιον
Ἦχος α´. Τοὺς τρεῖς Μεγίστους Φωστῆρας.
Φιλοσοφίᾳ ἁγίᾳ τῆς Ἐκκλησίας Σωφρόνιε, καὶ τῇ πολιτείᾳ Σωτῆρος, Ἁγίων Πάντων συνείχεσο˙ ἀνατολῶν ἐμβιβασθεὶς πρὸς τὴν Δύσιν, θείᾳ νεύσει δίδως, Μοναχισμοῦ χρηστότητα θεοΰφαντον˙ ταῖς λάμψεσιν ἀστράπτων Θείου Παρακλήτου διέλυσας, ψηλαφητὸν σκότος ᾅδου, παντὶ ἐν κόσμῳ εὐχόμενος˙ νοῦν κεκρατηκὼς ἐν τῷ ᾅδῃ φαιδρῶς, καὶ Χριστοῦ ἀλήκτως ἐχόμενος, πατρὶ Σιλουανῷ σου, ὁμοῦ ἡμᾶς σωθῆναι εὔχεσθε.
Έτερον Ἀπολυτίκιον
Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἄθω ἡγίασαι, μάκαρ Σωφρόνιε, γῇ ἀσιάτιδι, Φῶς καὶ ἐξέχεας, καὶ τὴν Εὐρώπην πολλαχῶς, λαμπρύνεις καὶ μεγαλύνεις˙ σὺν μικρῷ ποιμνίῳ σου, πάντας λύκους ἐπάταξας, Σέλας τὸ Τρισήλιον, τοῦ Θεοῦ πᾶσιν ἔφανας, καὶ δὸς τῆς μετανοίας τοὺς θρήνους, ἡμῖν Χριστῷ ἀνάγων τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Θεολόγος πέφηνας, θείου Φωτὸς καὶ ἀκτίστου, πλήρης ὤν τῆς Χάριτος, ἄνωθεν Πνεύματος μόνου, πρέσβευε, φιλοσοφίας σου ἐχομένους, τρόποις δέ, Χριστομιμήτοις σου ἑπομένους· ὦ Σωφρόνιε σωθῆναι, ἐλέει πάντως, τοῦ Παντοκράτορος.
Μεγαλυνάριον
Χαίροις ὦ Σωφρόνιε ἱκανῶν, πάντας μετανοίᾳ, ταπεινώσει καὶ προσευχαῖς, βίῳ θεαρέστῳ, ἀκόπως καὶ προστρέχειν, Χριστῷ, καὶ ἀκωλύτως, Αὐτῷ συνέχεσθαι.
Έτερον Μεγαλυνάριον
Χαίροις ὦ Σωφρόνιε τηλαυγής, φάρος Ὀρθοδόξων, ναυσιπλόων ὠκεανοῖς, θλίψεων δεικνύων, ἐν πλοίῳ Ἐκκλησίας, ταχεῖαν πλεῦσιν πέρας, πρὸς τὸ Ἀπέραντον.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 24 Ιουνίου.
Ἀπολυτίκιον. 'Ηχος δ'. Ταχύ προκατάλαβε.
Σοφία κοσμούμενος, παντοδαπεί ευσεβώς, διδάσκαλος ένθεος, της Εκκλησίας Χριστού, και βίου ορθότητος, στήλη λαμπρά ωράθης, Αθανάσιε Πάτερ. Όθεν η νήσος Πάρος, τη ση δόξη καυχάται, και πάντες σου τα θεία, τιμώμεν προτερήματα.
Κοντάκιον. 'Ηχος δ'. Επεφάνης σήμερον.
Εκ της Πάρου έλαμψας, ως άστρον νέον, και πιστούς εφώτισας, διδασκαλίαις ιεραίς, τη επιπνοία της χάριτος, ως θεηγόρος σοφός Αθανάσιε.
Μεγαλυνάριον.
Χαίροις ο της Πάρου θείος βλαστός, και της Εκκλησίας, ο διδάσκαλος ο σοφός' χαίροις αθανάτου, ζωής ευώδες άνθος, τους ευσεβείς ευφραίνον, ω Αθανάσιε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 21 Ιουνίου.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ἀσκητικῶς προγυμνασθείς.
Ἀκαταγώνιστος ὀφθεὶς Ἀθλοφόρε, τῶν ἐκ τῆς Ἄγαρ μηχανὰς ἐτροπώσω, καὶ ἐναθλήσας ἔνδοξε στεῤῥότατα, ξίφος κατεπάλαισας, δυσμενῶν ἀοράτων, ὅθεν τὸ διάδημα, ἀνεπλέξω τῆς νίκης, ὑπὲρ ἡμῶν ἱκέτευε Χριστὸν, νέε Νικήτα τῶν πίστει τιμώντων σε.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νεοφανὴς ὥσπερ ἀστὴρ ἀθλοφόρε, ἐξανατείλας τῇ σεπτῇ Ἐκκλησίᾳ, τῶν εὐσεβῶν κατηύγασας τὰ πρόσωπα, πόθῳ εὐφημούντων σε, καὶ τελούντων Νικήτα, σῆς στεῤῥᾶς ἀθλήσεως, τὴν ὑπέρλαμπρον μνήμην, καὶ ἐκβοώντων· δόξα σοι Χριστὲ, τῷ τὸν ὁπλίτην τὸν σὸν στεφανώσαντι.
Μεγαλυνάριον
Μάρτυς ἀθλοφόρε ταῖς πρὸς Θεὸν, ἱεραὶς εὐχαῖς σου, διατήρει τοὺς εὐλαβῶς, τῇ σῇ θείᾳ σκέπῃ, προσφεύγοντας ἐκ πάντων, παθῶν τε καὶ κινδύνων, ψυχῆς καὶ σώματος.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει υπο του Αθανασίου Ιβηρίτου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 21 Ιουνίου.
Απολυτίκιο. 'Ηχος α'. Της ερήμου πολίτης.
Την θείαν σου Εικόνα Ελεούσα Πανάχραντε, υπο την γήν κεκρυμμένην, θαυμαστώς εφανέρωσας' διο οι εν Ξυνιάδι ευσεβείς, προσπίπτοντες αυτή πανευλαβώς, της σης χάριτος τρυγώμεν τας δωρεάς, και πόθω εκβοώμέν σοι' δόξα τοις θαυμασίοις σου Αγνή, δόξα τη ση χρηστότητι, δόξα τη προς ημάς σου προμηθεία Δέσποινα.
Κοντάκιο. 'Ηχος β'. Τοις των αιμάτων σου.
Εν τη ευρέσει της θείας Εικόνος σου, πνευματικήν εορτήν συστησάμενοι, υμνούμεν Παρθένε την χάριν σου, και εκ ψυχής Θεοτόκε βοώμεν σοι' Συ ει των πιστών καταφύγιον.
Μεγαλυνάριο.
Χαίρει τη Εικόνι σου τη σεπτή, Ξυνιάδος Κόρη, το χωρίον ως αληθώς, και ταύτη προστρέχον, ισχύν αεί λαμβάνει, και έλεος και χάριν, πιστώς δοξάζον σε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 7 Μαΐου.
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ Σταυροῦ σου ὁ τύπος, νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὅνπερ ἐξ ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας, καὶ τοὺς πιστοὺς βασιλεῖς ἡμῶν· οὓς καὶ περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ διανοίξας οὐρανοὺς κεκλεισμένους, ἐν οὐρανῷ περιφανεῖς τὰς ἀκτῖνας, ἐπὶ τῆς γῆς ἀνέτειλεν ὁ ἄχραντος Σταυρός· ὅθεν οἱ τὴν ἔλλαμψιν, τῆς αὐτοῦ ἐνεργείας, δεξάμενοι πρὸς ἄδυτον, ὁδηγούμεθα φέγγος· καὶ ἐν πολέμοις ἔχομεν αὐτόν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Μεγαλυνάριον.
Ὅλος ἡλιόμορφος ὁ Σταυρός, φέγγει ἀπροσίτῳ, ἀναλάμψας ἐν τῇ Σιών, τὴν τοῦ Σταυρωθέντος, Ἀνάστασιν κηρύττει, δι’ ἧς ἐκ τῆς κακίας, πάντες ἀνέστημεν.
Το μεγαλυνάριο εποιήθη εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 6 Μαΐου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῆς ἀνδρείας ἀκαθαίρετος πύργος, τὰς τοῦ Βελίαρ ἀπεκρούσω ἐφόδους, καὶ ἀκλινὴς διέμεινας σοφὲ ἐν πειρασμοῖς· ὅθεν χαρακτῆρά σε, ἀρραγοῦς καρτερίας, καὶ λαμπρὸν ὑπόδειγμα, ἀρετῶν οὐρανίων, ἡ Ἐκκλησία μέλπει σε Ἰώβ, λαμπρυνομένη, τοῖς σοῖς προτερήμασι.
Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς ἀληθὴς καὶ δίκαιος, θεοσεβὴς καὶ ἄμεμπτος, ἡγιασμένος τε ὤφθης πανένδοξε, Θεοῦ θεράπον γνήσιε, καὶ ἐδίδαξας κόσμον, ἐν τῇ σῇ καρτερίᾳ Ἰὼβ πολύαθλε· ὅθεν πάντες τιμῶντες, ὑμνοῦμέν σου τὸ μνημόσυνον.
Μεγαλυνάριον.
Τύπος ἐκπαιδεύων πρὸς ἀρετήν, ἐν παντὶ τῷ βίῳ, σὺ ὑπάρχεις Πάτερ Ἰώβ· ἐν γὰρ ἀπορίᾳ, καὶ πλούτου δαψιλείᾳ, θεράπων ἀνεδείχθης, τοῦ Λόγου δόκιμος.
Το απολυτίκιο και το κοντάκιο εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 5 Μαΐου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Μαδύτου σε πρόεδρον, καὶ Ἱεράρχην κλεινόν, ἡ χάρις ἀνέδειξεν, ὡς τοῦ Χριστοῦ μιμητήν, Εὐθύμιε Ὅσιε· ὅθεν ἱερατεύσας, θεοφρόνως Κυρίῳ, ὤφθης τῆς εὐσεβείας, πρακτικὸς ὑποφήτης· καὶ νῦν Πάτερ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς Ἱεράρχην τοῦ Σωτῆρος ἐνθεώτατον
Καὶ τῆς Μαδύτου ποιμενάρχην καὶ διδάσκαλον
Ἀνυμνοῦμέν σε οἱ παῖδές σου θεοφόρε.
Ἀλλ’ ὡς χάριτος τῆς θείας ἐνδιαίτημα
Μὴ ἐλλείπῃς πάσης βλάβης ἐκλυτρούμενος
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Εὐθύμιε.
Μεγαλυνάριον.
Χαίροις τῆς Μαδύτου ἀστὴρ λαμπρός, θεῖος ποιμενάρχης, καὶ θερμότατος ἀρωγός· χαίροις Ἐκκλησίας, ἀγλάϊσμα καὶ κλέος, Εὐθύμιε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 3 Μαΐου.
Ἀπολυτίκιο. Ἦχος γ'. Θείας πίστεως.
Πέτρα ἄρρηκτος, τῆς Ἐκκλησίας, ποιμὴν ἄριστος, πόλεως Ἄργους, ἀνεδείχθης Ἱεράρχα πανεύφημε. Ὡς οὖν πιστὸς οἰκονόμος τῆς χάριτος, παντοίων νόσων ἡμᾶς ἐλευθέρωσον, Πέτρε Ὅσιε, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Κορυφαίῳ τῶν σοφῶν Ἀποστόλων, συνωνυμήσας εὐκλεῶς Πάτερ Πέτρε, τῶν τούτου κατετρύφησας ἁγίων δωρεῶν· ζήλῳ γὰρ τῆς πίστεως, εὐσεβῶς διαπρέψας, θαύμασιν ἐκόσμησας, τὸν σὸν ἔνθεον βίον· Ἱερουργὲ τῆς δόξης τοῦ Χριστοῦ, τοὺς σὲ τιμῶντας, κινδύνων διάσωζε.
Μεγαλυνάριον.
Χαίροις Βυζαντίου θεῖος βλαστός, καὶ τῆς Ἀργολίδος, ποιμενάρχης καὶ ἀρωγός· χαίροις Ἐκκλησίας, πνευματοφόρος πέτρα, τῆς χάριτος τὸ ὕδωρ, Πέτρε πηγάζουσα.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 2 Μαΐου.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Στῦλος γέγονας, Ὀρθοδοξίας, θείοις δόγμασιν, ὑποστηρίζων, τὴν Ἐκκλησίαν, Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, πληθύνας τὸν σπόρον τῆς πίστεως, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διό σε ὑμνοῦμεν Ἀθανάσιε.
Μεγαλυνάριον.
Τῆς Ὀρθοδοξίας σάλπιγξ χρυσῆ, ὤφθης Ἱεράρχα, ὁμοούσιον τῷ Πατρί, τὸν Υἱὸν κηρύττων, καὶ Πνεύματι Ἁγίῳ· διό σε Ἀθανάσιε μεγαλύνομεν.
Το μεγαλυνάριο εποιήθη εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζουν στις 1 Μαΐου.
Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Λυχνία τρίφωτος, κόσμῳ ἐδείχθητε, Ὁσιομάρτυρες, Χριστοῦ τρισάριθμοι, τὴν Ἐκκλησίαν ταῖς αὐγαῖς πυρσεύοντες τῶν ἀγώνων, ἔνδοξε Εὐθύμιε, ἀφθαρσίας τὸ στέλεχος, ἱερὲ Ἰγνάτιε, ἐγκρατείας τὸ ἔσοπτρον, καὶ ῥόδον ἀκακίας Ἀκάκιε· ὅθεν ὑμᾶς ὑμνολογοῦμεν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τῶν Ὁσίων σύμμορφοι, καὶ τῶν Μαρτύρων εἰκόνες, ἀληθῶς ἐδείχθητε, Ὁσιομάρτυρες θεῖοι· τούτων γάρ, τὰς ἀριστείας ὡς ὑπελθόντες, στέφανον, διπλοῦν εἰλήφατε ἐκ Κυρίου, Εὐθύμιε θεοφόρε, σὺν Ἰγνατίῳ καὶ Ἀκακίῳ ὁμοῦ.
Μεγαλυνάριον.
Τοὺς Ὁσιομάρτυρας τοῦ Χριστοῦ, Εὐθύμιον πάντες, καὶ Ἰγνάτιον τὸν κλεινόν, σὺν τῷ Ἀκακίῳ, ὑμνήσωμεν βοῶντες· Χαίρετε Ἐκκλησίας, νέα προπύργια.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.


