Ctrl Menu
Web Portal
10:33 May 15, 2021
Ψαλμός Ν 50 Ἐλέησόν με ὁ Θεός Psalm 50
Web Portal
_ Minimize
Full View
Guide View
Open
Back
Forward
Go
|<
>
O
>|
10:33 / 11:11
Ψαλμός Ν 50 Ἐλέησόν με ὁ Θεός Psalm 50 @Mega04121974
Mega04121974
Από την Ιερά Μονή Φιλοθέου Αγίου Όρους. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
updated 14 years ago
Ψαλμός Ν 50 Ἐλέησόν με ὁ Θεός Psalm 50
Mega04121974 2011-12-16 | Από την Ιερά Μονή Φιλοθέου Αγίου Όρους. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, axion estin
Mega04121974 2012-03-16 | Divna Ljubojević • . . • * * • . . † . .• * * •. . • . . • * * • . . † . .• * * •. . • Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Ἁγνὴ Παρθένε-Χαῖρε Νύμφη Ἀνύμφευτε,agnh parthene
Mega04121974 2012-01-11 | Divna Ljubojević . • * * • . . † . .• * * •. . • . . • * * • . . † . .• * * •. Ο ύμνος «Ἁγνὴ Παρθένε Δέσποινα» είναι ένας μη λειτουργικός ύμνος, που συνέθεσε ο Άγιος Νεκτάριος Αιγίνης τον 19ο αιώνα μ.Χ., κατά τη διάρκεια της θητείας του ως διευθυντής της Θεολογική Σχολής στην Ριζάρειο της Αθήνας. Η παράδοση θέλει την Παρθένο να εμφανίζεται ενώπιον του Αγίου Νεκταρίου στο μοναστήρι της Αίγινας, και να του ζητάει να καταγράψει σε χαρτί έναν ιδιαίτερο ύμνο, όπου οι αγγελικές χορωδίες ήταν έτοιμες να το ψάλλουν. Αυτός ο Ύμνος ήταν ο «Ἁγνὴ Παρθένε Δέσποινα». (Ἀπὸ Ὠδὴ β') Ἦχος πλ.α΄ Ἁγνὴ Παρθένε Δέσποινα, Ἄχραντε Θεοτόκε, Χαῖρε Νύμφη Ἀνύμφευτε. Παρθένε Μήτηρ Ἄνασσα, Πανένδροσέ τε πόκε, Χαῖρε Νύμφη Ἀνύμφευτε. Ὑψηλοτέρα οὐρανῶν, ἀκτίνων λαμπροτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε. Χαρὰ Παρθενικῶν Χορῶν, Ἀγγέλων ὑπερτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε. Ἐκλαμπροτέρα οὐρανῶν, φωτὸς καθαρωτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε. Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιωτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε. (Ἀπὸ Ὠδὴ ε') Μαρία Ἀειπάρθενε, Κόσμου παντὸς Κυρία, Χαῖρε Νύμφη Ἀνύμφευτε. Ἄχραντε Νύμφη πάναγνε, Δέσποινα Παναγία, Χαῖρε Νύμφη Ἀνύμφευτε. Μαρία Νύμφη Ἄνασσα, χαρᾶς ἡμῶν αἰτία, Χαῖρε Νύμφη Ἀνύμφευτε. Κόρη σεμνὴ Βασίλισσα, Μήτηρ ὑπεραγία, Χαῖρε Νύμφη Ἀνύμφευτε. Τιμιωτέρα Χερουβείμ, ὑπερενδοξοτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε. Τῶν ἀσωμάτων Σεραφείμ, τῶν Θρόνων ὑπερτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε. (Ἀπὸ Ὠδὴ δ') Χαῖρε τὸ ᾆσμα Χερουβείμ, χαῖρε ὕμνος Ἀγγέλων, Χαῖρε Νύμφη Ἀνύμφευτε. Χαῖρε ᾠδὴ τῶν Σεραφείμ, χαρὰ τῶν Ἀρχαγγέλων, Χαῖρε Νύμφη Ἀνύμφευτε. Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας, Χαῖρε Νύμφη Ἀνύμφευτε. Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθασίας, Χαῖρε Νύμφη Ἀνύμφευτε. Χαῖρε Παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας, Χαῖρε Νύμφη Ἀνύμφευτε. Χαῖρε τὸ ξύλον τῆς ζωῆς, Πηγὴ ἀθανασίας, Χαῖρε Νύμφη Ἀνύμφευτε. (Ἀπὸ Ὠδὴ ε') Σὲ ἱκετεύω Δέσποινα, Σὲ νῦν ἐπικαλοῦμαι, Χαῖρε Νύμφη Ἀνύμφευτε. Σὲ δυσωπῶ Παντάνασσα, Σὴν χάριν ἑξαιτοῦμαι, Χαῖρε Νύμφη Ἀνύμφευτε. (Ἀπὸ Ὠδὴ β') Κορὴ σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία, Χαῖρε Νύμφη Ἀνύμφευτε. ἐπάκουσόν μου ἄχραντε, κόσμου παντὸς Κυρία, Χαῖρε Νύμφη Ἀνύμφευτε. (Ἀπὸ Ὠδὴ ε') Ἀντιλαβοῦ μου ρύσαι με, ἀπὸ τοῦ πολεμίου, Χαῖρε Νύμφη Ἀνύμφευτε. Καὶ κληρονόμον δεῖξον με, ζωῆς τῆς αἰωνίου, Χαῖρε Νύμφη Ἀνύμφευτε. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. . • * * • . . † . .• * * •. . • . . • * * • . . † . .• * * •. http://www.saint.gr/236/texts.aspx